6.127 Ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης Ἱπποκράτεος Συβαρίτης , ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστα , καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς · οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον . Ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος · οὗτος δὴ ἐκ τοῦ Ἰονίου κόλπου . Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύϊ καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης , τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης . Ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης , Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων ἁπάντων , ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε , τούτου τε δὴ παῖς , καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος , καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε , ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται , τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους , καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου · οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου ἦλθον . Ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου , καὶ ἄλλος Ἱπποκλείδης Τεισάνδρου , πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων . Ἀπὸ δὲ Ἐρετρίης ἀνθεούσης τοῦτον τὸν χρόνον Λυσανίης · οὗτος δὴ ἀπ’ Εὐβοίης μοῦνος . Ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος . Ἐκ δὲ Μολοσσῶν Ἄλκων .