6.126 Μετὰ δέ , γενεῇ δευτέρῃ ὕστερον , Κλεισθένης αὐτὴν Σικυώνιος τύραννος ἐξῆρε , ὥστε πολλῷ ὀνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἕλλησι πρότερον ἦν . Κλεισθένεϊ γὰρ τῷ Ἀριστωνύμου τοῦ Μύρωνος τοῦ Ἀνδρέω γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίστη · ταύτην ἠθέλησε , Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον , τούτῳ γυναῖκα προσθεῖναι . Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖσι τεθρίππῳ Κλεισθένης κήρυγμα ἐποιήσατο , ὅστις Ἑλλήνων ἑωυτὸν ἀξιοῖ Κλεισθένεος γαμβρὸν γενέσθαι , ἥκειν ἐς ἑξηκοστὴν ἡμέρην καὶ πρότερον ἐς Σικυῶνα ὡς κυρώσοντος Κλεισθένεος τὸν γάμον ἐν ἐνιαυτῷ , ἀπὸ τῆς ἑξηκοστῆς ἡμέρης ἀρξαμένου . Ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι , ἐφοίτων μνηστῆρες · τοῖσι Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπ’ αὐτῷ τούτῳ εἶχε .