6.125 Οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι , ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί . Τοῦτο μὲν γὰρ Ἀλκμέων Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως · καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτώντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις , ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐσάπαξ . δὲ Ἀλκμέων πρὸς τὴν δωρεήν , ἐοῦσαν τοιαύτην , τοιάδε ἐπιτηδεύσας προσέφερε · ἐνδὺς κιθῶνα μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος , κοθόρνους τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος , ἤιε ἐς τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο . Ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος , πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι , μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα ἐξήιε ἐκ τοῦ θησαυροῦ , ἕλκων μὲν μόγις τοὺς κοθόρνους , παντὶ δέ τεῳ οἰκὼς μᾶλλον ἀνθρώπῳ · τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο . Ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε , καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω ἐκείνων . Οὕτω μὲν ἐπλούτησε οἰκίη αὕτη μεγάλως , καὶ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται . ʹ