6.123 Καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι . Θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολήν , τούτους γε ἀναδέξαι ἀσπίδα , οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους , ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα . Καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων , ὡς ἐγὼ κρίνω · οἱ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες , οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας , Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν , εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας , ὥς μοι πρότερον δεδήλωται .
6.124 Ἀλλὰ γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοσαν τὴν πατρίδα . Οὐ μὲν ὦν ἦσάν σφεων ἄλλοι δοκιμώτεροι ἔν γε Ἀθηναίοισι ἄνδρες οὐδ’ οἳ μᾶλλον ἐτετιμέατο · οὕτω οὐδὲ λόγος αἱρέει ἀναδεχθῆναι ἔκ γε ἀν δρῶν τούτων ἀσπίδα ἐπὶ τοιούτῳ λόγῳ . Ἀνεδέχθη μὲν γὰρ ἀσπίς , καὶ τοῦτο οὐκ ἔστι ἄλλως εἰπεῖν · ἐγένετο γάρ · ὃς μέντοι ἦν ἀναδέξας , οὐκ ἔχω προσωτέρω εἰπεῖν τούτων .