6.120 Λακεδαιμονίων δὲ ἧκον ἐς τὰς Ἀθήνας δισχίλιοι μετὰ τὴν πανσέληνον , ἔχοντες σπουδὴν πολλὴν καταλαβεῖν οὕτω ὥστε τριταῖοι ἐκ Σπάρτης ἐγένοντο ἐν τῇ Ἀττικῇ . Ὕστεροι δὲ ἀπικόμενοι τῆς συμβολῆς , ἱμείροντο ὅμως θεήσασθαι τοὺς Μήδους · ἐλθόντες δὲ ἐς τὸν Μαραθῶνα ἐθεήσαντο . Μετὰ δὲ αἰνέοντες Ἀθηναίους καὶ τὸ ἔργον αὐτῶν ἀπαλλάσσοντο ὀπίσω .
6.121 Θῶμα δέ μοι καὶ οὐκ ἐνδέκομαι τὸν λόγον , Ἀλκμεωνίδας ἄν κοτε ἀναδέξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα , βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ · οἵτινες μᾶλλον ὁμοίως Καλλίῃ τῷ Φαινίππου , Ἱππονίκου δὲ πατρί , φαίνονται μισοτύραννοι ἐόντες . Καλλίης τε γὰρ μοῦνος Ἀθηναίων ἁπάντων ἐτόλμα , ὅκως Πεισίστρατος ἐκπέσοι ἐκ τῶν Ἀθηνέων , τὰ χρήματα αὐτοῦ κηρυσσόμενα ὑπὸ τοῦ δημοσίου ὠνέεσθαι , καὶ τἆλλα τὰ ἔχθιστα ἐς αὐτὸν πάντα ἐμηχανᾶτο .
6.122 Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐστὶ πάντα τινὰ ἔχειν . Τοῦτο μὲν γὰρ τὰ προλελεγμένα , ὡς ἀνὴρ ἄκρος ἐλευθερῶν τὴν πατρίδα . Τοῦτο δὲ τὰ ἐν Ὀλυμπίῃ ἐποίησε · ἵππῳ νικήσας , τεθρίππῳ δὲ δεύτερος γενόμενος , Πύθια δὲ πρότερον ἀνελόμενος , ἐφανερώθη ἐς τοὺς Ἕλληνας πάντας δαπάνῃσι μεγίστῃσι . Τοῦτο δὲ κατὰ τὰς ἑωυτοῦ θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνὴρ ἐγένετο · ἐπειδὴ γὰρ ἐγίνοντο γάμου ὡραῖαι , ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην ἐκείνῃσί τε ἐχαρίσατο · ἐκ γὰρ πάντων τῶν Ἀθηναίων τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξασθαι , ἔδωκε τούτῳ τῷ ἀνδρί .