6.119 Τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης , ὡς προσέσχον ἐς τὴν Ἀσίην πλέοντες , ἀνήγαγον ἐς Σοῦσα . Βασιλεὺς δὲ Δαρεῖος , πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας , ἐνεῖχέ σφι δεινὸν χόλον , οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων · ἐπείτε δὲ εἶδέ σφεας ἀναχθέντας παρ’ ἑωυτὸν καὶ ὑποχειρίους ἑωυτῷ ἐόντας , ἐποίησε κακὸν ἄλλο οὐδέν , ἀλλά σφεας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομά ἐστι Ἀρδέρικκα , ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι , τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας . Καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε · ἀντλέεται μὲν κηλωνηίῳ , ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται · ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν · ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς · καὶ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα , τὸ δὲ ἔλαιον . . . οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην · ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν . Ἐνθαῦτα τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος , οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην , φυλάσσοντες τὴν ἀρχαίην γλῶσσαν . Τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω .