6.118 Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην , ἐπείτε ἐγένετο ἐν Μυκόνῳ , εἶδε ὄψιν ἐν τῷ ὕπνῳ . Καὶ ἥτις μὲν ἦν ὄψις , οὐ λέγεται · δέ , ὡς ἡμέρη τάχιστα ἐπέλαμψε , ζήτησιν ἐποιέετο τῶν νεῶν , εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη · πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ , ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον · καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων · τὸ δ’ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον . Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε . Τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον , ἀλλά μιν δι’ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον .