6.117 Ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας , Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο · ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι . Συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε · Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι , οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα , καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν . Λέγειν δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον · ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν , τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν , τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν , τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι . Ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν .