6.114 Καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ πόνῳ πολέμαρχος Καλλίμαχος διαφθείρεται , ἀνὴρ γενόμενος ἀγαθός , ἀπὸ δ’ ἔθανε τῶν στρατηγῶν Στησίλεως Θρασύλεω · τοῦτο δὲ Κυνέγειρος Εὐφορίωνος ἐνθαῦτα ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός , τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ πίπτει , τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί . ʹ
6.115 Ἑπτὰ μὲν δὴ τῶν νεῶν ἐπεκράτησαν τρόπῳ τοιούτῳ Ἀθηναῖοι , τῇσι δὲ λοιπῇσι οἱ βάρβαροι , ἐξανακρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα , περιέπλεον Σούνιον , βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀπικόμενοι ἐς τὸ ἄστυ . Αἰτίη δὲ ἔσχε ἐν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι · τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί .
6.116 Οὗτοι μὲν δὴ περιέπλεον Σούνιον · Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον τάχιστα ἐβοήθεον ἐς τὸ ἄστυ , καὶ ἔφθησάν τε ἀπικόμενοι πρὶν τοὺς βαρβάρους ἥκειν , καὶ ἐστρατοπεδεύσαντο ἀπιγμένοι ἐξ Ἡρακλείου τοῦ ἐν Μαραθῶνι ἐν ἄλλῳ Ἡρακλείῳ τῷ ἐν Κυνοσάργεϊ . Οἱ δὲ βάρβαροι τῇσι νηυσὶ ὑπεραιωρηθέντες Φαλήρου τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων , ὑπὲρ τούτου ἀνακωχεύσαντες τὰς νέας ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην .