6.109 Τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι , τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν ὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβαλεῖν , τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων . Ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα χείρων τῶν γνωμέων , ἐνθαῦτα , ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν τὸ παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσι , ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος , πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε · ʹ Ἐν σοὶ νῦν , Καλλίμαχέ , ἐστι καταδουλῶσαι Ἀθήνας ἐλευθέρας ποιήσαντα μνημόσυνον λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷον οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι . Νῦν γὰρ δή , ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι , ἐς κίνδυνον ἥκουσι μέγιστον , καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι , δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ · ἢν δὲ περιγένηται αὕτη πόλις , οἵη τέ ἐστι πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι . Κῶς ὦν δὴ ταῦτα οἷά τέ ἐστι γενέσθαι , καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν , νῦν ἔρχομαι φράσων . Ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι , τῶν μὲν κελευόντων συμβαλεῖν , τῶν δὲ οὔ συμβαλεῖν . Ἢν μέν νυν μὴ συμβάλωμεν , ἔλπομαί τινα στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι · ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι , θεῶν τὰ ἴσα νεμόντων οἷοί τέ εἰμεν περιγενέσθαι τῇ συμβολῇ . Ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται · ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ , ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι · ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ , ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία . ʹ