6.108 Ἱππίης μὲν δὴ ταύτῃ τὴν ὄψιν συνεβάλετο ἐξεληλυθέναι . Ἀθηναίοισι δὲ τεταγμένοισι ἐν τεμένεϊ Ἡρακλέος ἐπῆλθον βοηθέοντες Πλαταιέες πανδημεί · καὶ γὰρ καὶ ἐδεδώκεσαν σφέας αὐτοὺς τοῖσι Ἀθηναίοισι οἱ Πλαταιέες , καὶ πόνους ὑπὲρ αὐτῶν οἱ Ἀθηναῖοι συχνοὺς ἤδη ἀναραιρέατο . Ἔδοσαν δὲ ὧδε . Πιεζόμενοι ὑπὸ Θηβαίων οἱ Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεΐ τε τῷ Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς . Οἱ δὲ οὐ δεκόμενοι ἔλεγόν σφι τάδε · ʹ Ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν καὶ ὑμῖν τοιήδε τις γίνοιτ’ ἂν ἐπικουρίη ψυχρή · φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες τινα πυθέσθαι ἡμέων . Συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι , πλησιοχώροισί τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι . ʹ Ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖσι . Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι ταῦτα συνεβούλευσαν , οἱ δὲ οὐκ ἠπίστησαν , ἀλλ’ Ἀθηναίων ἱρὰ ποιεύντων τοῖσι Δυώδεκα Θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν βωμὸν ἐδίδοσαν σφέας αὐτούς . Θηβαῖοι δὲ πυθόμενοι ταῦτα ἐστράτευον ἐπὶ τοὺς Πλαταιέας · Ἀθηναῖοι δέ σφι ἐβοήθεον . Μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον , παρατυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων οὔρισαν τὴν χώρην ἐπὶ τοῖσδε , ἐᾶν Θηβαίους Βοιωτῶν τοὺς μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν . Κορίνθιοι μὲν δὴ ταῦτα γνόντες ἀπαλλάσσοντο , Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο Βοιωτοί , ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ . Ὑπερβάντες δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους , τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς . Ἔδοσαν μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ εἰρημένῳ , ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες .