6.110 Ταῦτα λέγων Μιλτιάδης προσκτᾶται τὸν Καλλίμαχον · προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης ἐκεκύρωτο συμβάλλειν . Μετὰ δὲ οἱ στρατηγοὶ τῶν γνώμη ἔφερε συμβάλλειν , ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηίη τῆς ἡμέρης , Μιλτιάδῃ παρεδίδοσαν · δὲ δεκόμενος οὔτι κω συμβολὴν ἐποιέετο πρίν γε δὴ αὐτοῦ πρυτανηίη ἐγένετο .
6.111 Ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε , ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες · τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο πολέμαρχος Καλλίμαχος · γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι , τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν . Ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαί , ἐχόμεναι ἀλληλέων · τελευταῖοι δὲ ἐτάσσοντο , ἔχοντες τὸ εὐώνυμον κέρας , Πλαταιέες . Ἀπὸ ταύτης γάρ σφι τῆς μάχης Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύρις τὰς ἐν τῇσι πεντετηρίσι γινομένας κατεύχεται κῆρυξ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι . Τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγένετο τοιόνδε τι · τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ , τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξις ὀλίγας , καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον , τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ .