6.107 Οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον , τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης Πεισιστράτου ἐς τὸν Μαραθῶνα , τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν ἐν τῷ ὕπνῳ τοιήνδε · ἐδόκεε Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι . Συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός . Ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα , τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων , καλεομένην δὲ Αἰγιλίην , τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος , ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε . Καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ὡς ἐώθεε · οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλέονες ἐσείοντο · τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας . Ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν · ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὀδών , ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας · ʹ γῆ ἥδε οὐκ ἡμετέρη ἐστὶ οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι · ὁκόσον δέ τί μοι μέρος μετῆν , ὀδὼν μετέχει . ʹ ʹ