6.106 Τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν Φιλιππίδης οὗτος , ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι , δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ , ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε · ʹ Λακεδαιμόνιοι , Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων · καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ Ἑλλὰς γέγονε ἀσθενεστέρη . ʹ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε , τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι , ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα οὐ βουλομένοισι λύειν τὸν νόμον · ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη , εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου .