6.104 Οὗτος δὴ ὦν τότε Μιλτιάδης ἥκων ἐκ τῆς Χερσονήσου καὶ ἐκπεφευγὼς διπλόον θάνατον ἐστρατήγεε Ἀθηναίων · ἅμα μὲν γὰρ οἱ Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα , ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀπικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη , τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι καὶ ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερσονήσῳ . Ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτω Ἀθηναίων ἀπεδέχθη , αἱρεθεὶς ὑπὸ τοῦ δήμου .
6.105 Καὶ πρῶτα μὲν ἐόντες ἔτι ἐν τῷ ἄστεϊ οἱ στρατηγοὶ ἀποπέμπουσι ἐς Σπάρτην κήρυκα Φιλιππίδην , Ἀθηναῖον μὲν ἄνδρα , ἄλλως δὲ ἡμεροδρόμην τε καὶ τοῦτο μελετῶντα . Τῷ δή , ὡς αὐτός τε ἔλεγε Φιλιππίδης καὶ Ἀθηναίοισι ἀπήγγελλε , περὶ τὸ Παρθένιον ὄρος τὸ ὑπὲρ Τεγέης Πὰν περιπίπτει · βώσαντα δὲ τὸ οὔνομα τοῦ Φιλιππίδεω τὸν Πᾶνα Ἀθηναίοισι κελεῦσαι ἀπαγγεῖλαι δι’ τι ἑωυτοῦ οὐδεμίαν ἐπιμελείην ποιεῦνται , ἐόντος εὐνόου Ἀθηναίοισι καὶ πολλαχῇ γενομένου σφι ἤδη χρησίμου , τὰ δ’ ἔτι καὶ ἐσομένου . Καὶ ταῦτα μὲν Ἀθηναῖοι , καταστάντων σφι εὖ ἤδη τῶν πρηγμάτων , πιστεύσαντες εἶναι ἀληθέα ἱδρύσαντο ὑπὸ τῇ Ἀκροπόλι Πανὸς ἱρόν , καὶ αὐτὸν ἀπὸ ταύτης τῆς ἀγγελίης θυσίῃσί τε ἐπετείοισι καὶ λαμπάδι ἱλάσκονται .