6.96 Ἐπεὶ δὲ ἐκ τοῦ Ἰκαρίου πελάγεος προσφερόμενοι προσέμειξαν τῇ Νάξῳ ἐπὶ ταύτην γὰρ δὴ πρώτην ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι . μεμνημένοι τῶν πρότερον οἱ Νάξιοι πρὸς τὰ ὄρεα οἴχοντο φεύγοντες οὐδὲ ὑπέμειναν · οἱ δὲ Πέρσαι ἀνδραποδισάμενοι τοὺς κατέλαβον αὐτῶν , ἐνέπρησαν καὶ τὰ ἱρὰ καὶ τὴν πόλιν . Ταῦτα δὲ ποιήσαντες ἐπὶ τὰς ἄλλας νήσους ἀνάγοντο .
6.97 Ἐν δὲ οὗτοι ταῦτα ἐποίευν , οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο φεύγοντες ἐς Τῆνον . Τῆς δὲ στρατιῆς καταπλεούσης Δᾶτις προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι , ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ · αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ Δήλιοι , πέμπων κήρυκα ἠγόρευέ σφι τάδε · ʹ Ἄνδρες ἱροί , τί φεύγοντες οἴχεσθε , οὐκ ἐπιτήδεα καταγνόντες κατ’ ἐμέο ; Ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καί μοι ἐκ βασιλέος ὧδε ἐπέσταλται , ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο , ταύτην μηδὲν σίνεσθαι , μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας αὐτῆς . Νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν νῆσον νέμεσθε . ʹ Ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι · μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ βωμοῦ ἐθυμίησε .