6.98 Δᾶτις μὲν δὴ ταῦτα ποιήσας ἔπλεε ἅμα τῷ στρατῷ ἐπὶ τὴν Ἐρέτριαν πρῶτα , ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας · μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα Δῆλος ἐκινήθη , ὡς ἔλεγον οἱ Δήλιοι , καὶ πρῶτα καὶ ὕστατα μέχρι ἐμέο σεισθεῖσα . Καὶ τοῦτο μέν κου τέρας ἀνθρώποισι τῶν μελλόντων ἔσεσθαι κακῶν ἔφηνε θεός · ἐπὶ γὰρ Δαρείου τοῦ Ὑστάσπεος καὶ Ξέρξεω τοῦ Δαρείου καὶ Ἀρτοξέρξεω τοῦ Ξέρξεω , τριῶν τουτέων ἐπεξῆς γενέων , ἐγένετο πλέω κακὰ τῇ Ἑλλάδι ἐπὶ εἴκοσι ἄλλας γενεὰς τὰς πρὸ Δαρείου γενομένας , τὰ μὲν ἀπὸ τῶν Περσέων αὐτῇ γενόμενα , τὰ δὲ ἀπ’ αὐτῶν τῶν κορυφαίων περὶ τῆς ἀρχῆς πολεμεόντων . Οὕτω οὐδὲν ἦν ἀεικὲς κινηθῆναι Δῆλον τὸ πρὶν ἐοῦσαν ἀκίνητον . Καὶ ἐν χρησμῷ ἦν γεγραμμένον περὶ αὐτῆς ὧδε · κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν . Δύναται δὲ κατὰ Ἑλλάδα γλῶσσαν ταῦτα τὰ οὐνόματα , Δαρεῖος ἐρξίης , Ξέρξης ἀρήιος , Ἀρτοξέρξης μέγας ἀρήιος . Τούτους μὲν δὴ τοὺς βασιλέας ὧδε ἂν ὀρθῶς κατὰ γλῶσσαν τὴν σφετέρην Ἕλληνες καλέοιεν .
6.99 Οἱ δὲ βάρβαροι ὡς ἀπῆραν ἐκ τῆς Δήλου , προσίσχον πρὸς τὰς νήσους , ἐνθεῦτεν δὲ στρατιήν τε παρελάμβανον καὶ ὁμήρους τῶν νησιωτέων παῖδας ἐλάμβανον . Ὡς δὲ περιπλέοντες τὰς νήσους προσίσχον καὶ ἐς Κάρυστον οὐ γὰρ δή σφι οἱ Καρύστιοι οὔτε ὁμήρους ἐδίδοσαν οὔτε ἔφασαν ἐπὶ πόλις ἀστυγείτονας στρατεύσεσθαι , λέγοντες Ἐρέτριάν τε καὶ Ἀθήνας , ἐνθαῦτα τούτους ἐπολιόρκεόν τε καὶ τὴν γῆν σφέων ἔκειρον , ἐς καὶ οἱ Καρύστιοι παρέστησαν ἐς τῶν Περσέων τὴν γνώμην .