6.94 Ἀθηναίοισι μὲν δὴ πόλεμος συνῆπτο πρὸς Αἰγινήτας , δὲ Πέρσης τὸ ἑωυτοῦ ἐποίεε , ὥστε ἀναμιμνήσκοντός τε αἰεὶ τοῦ θεράποντος μεμνῆσθαί μιν τῶν Ἀθηναίων καὶ Πεισιστρατιδέων προσκατημένων καὶ διαβαλλόντων Ἀθηναίους , ἅμα δὲ βουλόμενος Δαρεῖος ταύτης ἐχόμενος τῆς προφάσιος καταστρέφεσθαι τῆς Ἑλλάδος τοὺς μὴ δόντας αὐτῷ γῆν τε καὶ ὕδωρ . Μαρδόνιον μὲν δὴ φλαύρως πρήξαντα τῷ στόλῳ παραλύει τῆς στρατηγίης , ἄλλους δὲ στρατηγοὺς ἀποδέξας ἀπέστειλε ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας , Δᾶτίν τε , ἐόντα Μῆδον γένος , καὶ Ἀρταφρένεα τὸν Ἀρταφρένεος παῖδα , ἀδελφιδέον ἑωυτοῦ · ἐντειλάμενος δὲ ἀπέπεμπε ἐξανδραποδίσαντας Ἀθήνας καὶ Ἐρέτριαν ἀνάγειν ἑωυτῷ ἐς ὄψιν τὰ ἀνδράποδα .
6.95 Ὡς δὲ οἱ στρατηγοὶ οὗτοι οἱ ἀποδεχθέντες πορευόμενοι παρὰ βασιλέος ἀπίκοντο τῆς Κιλικίης ἐς τὸ Ἀλήιον πεδίον , ἅμα ἀγόμενοι πεζὸν στρατὸν πολλόν τε καὶ εὖ ἐσκευασμένον , ἐνθαῦτα στρατοπεδευομένοισι ἐπῆλθε μὲν ναυτικὸς πᾶς στρατὸς ἐπιταχθεὶς ἑκάστοισι , παρεγένοντο δὲ καὶ αἱ ἱππαγωγοὶ νέες , τὰς τῷ προτέρῳ ἔτεϊ προεῖπε τοῖσι ἑωυτοῦ δασμοφόροισι Δαρεῖος ἑτοιμάζειν . Ἐσβαλόμενοι δὲ τοὺς ἵππους ἐς ταύτας καὶ τὸν πεζὸν στρατὸν ἐσβιβάσαντες ἐς τὰς νέας ἔπλεον ἑξακοσίῃσι τριήρεσι ἐς τὴν Ἰωνίην . Ἐνθεῦτεν δὲ οὐ παρὰ τὴν ἤπειρον εἶχον τὰς νέας ἰθὺ τοῦ τε Ἑλλησπόντου καὶ τῆς Θρηίκης , ἀλλ’ ἐκ Σάμου ὁρμώμενοι παρά τε Ἴκαρον καὶ διὰ νήσων τὸν πλόον ἐποιεῦντο , ὡς μὲν ἐμοὶ δοκέειν , δείσαντες μάλιστα τὸν περίπλοον τοῦ Ἄθω , ὅτι τῷ προτέρῳ ἔτεϊ ποιεύμενοι ταύτῃ τὴν κομιδὴν μεγάλως προσέπταισαν · πρὸς δὲ καὶ Νάξος σφέας ἠνάγκαζε πρότερον οὐκ ἁλοῦσα .