6.92 Ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ Αἰγινῆται ἐργάσαντο . Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα , ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο τοὺς αὐτοὺς τοὺς καὶ πρότερον , Ἀργείους . Καὶ δή σφι οὗτοι μὲν οὐκέτι βοηθέουσι , μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην καὶ συναπέβησαν Λακεδαιμονίοισι · συναπέβησαν δὲ καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ . Καί σφι ὑπ’ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτεῖσαι , πεντακόσια ἑκατέρους . Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτείσαντες ἀζήμιοι εἶναι , Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι . Διὰ δὴ ὦν ταῦτά σφι δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε , ἐθελονταὶ δὲ ἐς χιλίους · ἦγε δὲ αὐτοὺς στρατηγὸς Εὐρυβάτης , ἀνὴρ πεντάεθλον ἐπασκήσας . Τούτων οἱ πλέονες οὐκ ἀπενόστησαν ὀπίσω , ἀλλ’ ἐτελεύτησαν ὑπ’ Ἀθηναίων ἐν Αἰγίνῃ · αὐτὸς δὲ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει , ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνῄσκει .
6.93 Αἰγινῆται δὲ ἐοῦσι ἀτάκτοισι τοῖσι Ἀθηναίοισι συμβαλόντες τῇσι νηυσὶ ἐνίκησαν καί σφεων νέας τέσσερας αὐτοῖσι τοῖσι ἀνδράσι εἷλον .