6.91 Ταῦτα μὲν δὴ ὕστερον ἐγίνετο . Αἰγινητέων δὲ οἱ παχέες ἐπαναστάντος σφι τοῦ δήμου ἅμα Νικοδρόμῳ ἐπεκράτησαν , καὶ ἔπειτέ σφεας χειρωσάμενοι ἐξῆγον ἀπολέοντες . Ἀπὸ τούτου δὲ καὶ ἄγος σφι ἐγένετο , τὸ ἐκθύσασθαι οὐκ οἷοί τε ἐγένοντο ἐπιμηχανώμενοι , ἀλλ’ ἔφθησαν ἐκπεσόντες πρότερον ἐκ τῆς νήσου σφι ἵλεον γενέσθαι τὴν θεόν . Ἑπτακοσίους γὰρ δὴ τοῦ δήμου ζωγρήσαντες ἐξῆγον ὡς ἀπολέοντες , εἷς δέ τις τούτων ἐκφυγὼν τὰ δεσμὰ καταφεύγει πρὸς πρόθυρα Δήμητρος Θεσμοφόρου , ἐπιλαβόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο · οἱ δὲ ἐπείτε μιν ἀποσπάσαι οὐκ οἷοί τε ἀπέλκοντες ἐγίνοντο , ἀποκόψαντες αὐτοῦ τὰς χεῖρας ἦγον οὕτω , αἱ χεῖρες δὲ ἐκεῖναι ἐμπεφυκυῖαι ἦσαν τοῖσι ἐπισπαστῆρσι .