6.88 Ἀθηναῖοι δὲ παθόντες ταῦτα πρὸς Αἰγινητέων οὐκέτι ἀνεβάλλοντο μὴ οὐ τὸ πᾶν μηχανήσασθαι ἐπ’ Αἰγινήτῃσι . Καί , ἦν γὰρ Νικόδρομος Κνοίθου καλεόμενος ἐν τῇ Αἰγίνῃ ἀνὴρ δόκιμος , οὗτος μεμφόμενος μὲν τοῖσι Αἰγινήτῃσι προτέρην ἑωυτοῦ ἐξέλασιν ἐκ τῆς νήσου , μαθὼν δὲ τότε τοὺς Ἀθηναίους ἀναρτημένους ἔρδειν Αἰγινήτας κακῶς , συντίθεται Ἀθηναίοισι προδοσίην Αἰγίνης , φράσας ἐν τῇ τε ἡμέρῃ ἐπιχειρήσει καὶ ἐκείνους ἐς τὴν ἥκειν δεήσει βοηθέοντας . Μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ τὰ συνεθήκατο Ἀθηναίοισι Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν , Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον . Οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων συμβαλεῖν ·
6.89 ἐν ὦν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας , ἐν τούτῳ διεφθάρη τὰ πρήγματα . Οἱ δὲ Κορίνθιοι , ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα Ἀθηναίοισι , διδοῦσι δεομένοισι εἴκοσι νέας , διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι · δωτίνην γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι . Ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας , πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας , ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης .
6.90 Νικόδρομος δέ , ὡς οἱ Ἀθηναῖοι ἐς τὸν καιρὸν οὐ παρεγίνοντο , ἐς πλοῖον ἐσβὰς ἐκδιδρήσκει ἐκ τῆς Αἰγίνης · σὺν δέ οἱ καὶ ἄλλοι ἐκ τῶν Αἰγινητέων εἵποντο , τοῖσι Ἀθηναῖοι Σούνιον οἰκῆσαι ἔδοσαν . Ἐνθεῦτεν δὲ οὗτοι ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τοὺς ἐν τῇ νήσῳ Αἰγινήτας .