6.85 Τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται , ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων . Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω , καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν . Μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα , εἶπέ σφι Θεασίδης Λεωπρέπεος , ἐὼν ἐν Σπάρτῃ ἀνὴρ δόκιμος · ʹ Τί βουλεύεσθε ποιέειν , ἄνδρες Αἰγινῆται ; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν ; Εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται , ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν , ἢν ταῦτα ποιήσητε , πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐσβάλωσι . ʹ Ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς , ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε , ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας .
6.86 Ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν παρακαταθήκην , οἱ Ἀθηναῖοι προφάσις εἷλκον οὐ βουλόμενοι ἀποδοῦναι , φάντες δύο σφέας ἐόντας βασιλέας παραθέσθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι . ʹ
6.87 ησόμενοι τοὺς Ἀθηναίους παρεσκευάζοντο · καί , ἦν γὰρ δὴ τοῖσι Ἀθηναίοισι πεντετηρὶς ἐπὶ Σουνίῳ , λοχήσαντες ὦν τὴν θεωρίδα νέα εἷλον πλήρεα ἀνδρῶν τῶν πρώτων Ἀθηναίων , λαβόντες δὲ τοὺς ἄνδρας ἔδησαν .