6.84 Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεά φασι μανέντα ἀπολέσθαι κακῶς . Αὐτοὶ δὲ Σπαρτιῆταί φασι ἐκ δαιμονίου μὲν οὐδενὸς μανῆναι Κλεομένεα , Σκύθῃσι δὲ ὁμιλήσαντά μιν ἀκρητοπότην γενέσθαι καὶ ἐκ τούτου μανῆναι . Σκύθας γὰρ τοὺς νομάδας , ἐπείτε σφι Δαρεῖον ἐσβαλεῖν ἐς τὴν χώρην , μετὰ ταῦτα μεμονέναι μιν τείσασθαι , πέμψαντας δὲ ἐς Σπάρτην συμμαχίην τε ποιέεσθαι καὶ συντίθεσθαι ὡς χρεὸν εἴη αὐτοὺς μὲν τοὺς Σκύθας παρὰ Φᾶσιν ποταμὸν πειρᾶν ἐς τὴν Μηδικὴν ἐσβάλλειν , σφέας δὲ τοὺς Σπαρτιήτας κελεύειν ἐξ Ἐφέσου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ ἀπαντᾶν . Κλεομένεα δὲ λέγουσι ἡκόντων τῶν Σκυθέων ἐπὶ ταῦτα ὁμιλέειν σφι μεζόνως , ὁμιλέοντα δὲ μᾶλλον τοῦ ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποσίην παρ’ αὐτῶν · ἐκ τούτου δὲ μανῆναί μιν νομίζουσι Σπαρτιῆται . Ἔκ τε τόσου , ὡς αὐτοὶ λέγουσι , ἐπεὰν ζωρότερον βούλωνται πιεῖν , ʹ Ἐπισκύθισον ʹ λέγουσι . Οὕτω δὴ Σπαρτιῆται τὰ περὶ Κλεομένεα λέγουσι · ἐμοὶ δὲ δοκέει τίσιν ταύτην Κλεομένης Δημαρήτῳ ἐκτεῖσαι .