6.83 Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες , ἐς ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες . Ἔπειτέ σφεας οὗτοι ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον · ἐξωθεόμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα . Τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους , ἔπειτε δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος , γένος ἐὼν Φιγαλεὺς ἀπ’ Ἀρκαδίης · οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι . Ἐκ τούτου δὲ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν , ἐς δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν .