6.82 Νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους , φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος , παρεὸν εὐπετέως μιν ἑλεῖν . δέ σφι ἔλεξε , οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων , ἔχω σαφηνέως εἶπαι , ἔλεξε δ’ ὦν φάμενος , ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱερὸν εἷλε , δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν · πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος , πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ θεὸς παραδιδοῖ εἴτε οἱ ἐμποδὼν ἕστηκε · καλλιερεομένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι , μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην , ὅτι οὐκ αἱρέει τὸ Ἄργος · εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε , αἱρέειν ἂν κατ’ ἄκρης τὴν πόλιν , ἐκ τῶν στηθέων δὲ ἐκλάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον θεὸς ἐβούλετο γενέσθαι . Ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν καὶ διέφυγε πολλὸν τοὺς διώκοντας .