6.79 Ἐνθεῦτεν δὲ Κλεομένης ἐποίεε τοιόνδε · ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων ἐξεκάλεε , πέμπων κήρυκα , ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους , ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα · ἄποινα δέ ἐστι Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατ’ ἄνδρα αἰχμάλωτον ἐκτίνειν . Κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεόμενος Κλεομένης ἔκτεινε . Ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ · ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς τι ἔπρησσον , πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρος κατεῖδε τὸ ποιεύμενον . Οὐκ ὦν δὴ ἔτι καλεόμενοι ἐξήισαν .
6.80 Ἐνθαῦτα δὴ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος · τῶν δὲ πιθομένων ἐνέπρησε τὸ ἄλσος . Καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος · δὲ ἔφη Ἄργου εἶναι . δὲ ὡς ἤκουσε , ἀναστενάξας μέγα εἶπε · ʹ Ἄπολλον χρηστήριε , μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν . Συμβάλλομαι δ’ ἐξήκειν μοι τὸ χρηστήριον . ʹ
6.81 Μετὰ δὲ ταῦτα Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην , χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἡραῖον θύσων . Βουλομένου δὲ αὐτοῦ θύειν ἐπὶ τοῦ βωμοῦ ἱρεὺς ἀπηγόρευε , φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν . δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπαγαγόντας μαστιγῶσαι , καὶ αὐτὸς ἔθυσε . Ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην . ʹ