6.77 Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν · ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος , χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Σήπεια οὔνομα , μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι . Ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο , ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι . Καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον , τὸ ἐπίκοινα ἔχρησε Πυθίη τούτοισί τε καὶ Μιλησίοισι λέγον ὧδε · ʹ Ἀλλ’ ὅταν θήλεια τὸν ἄρσενα νικήσασα ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται , πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει . Ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων · ʹ Δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς . ʹ Ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε . Καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι , δόξαν δέ σφι ἐποίευν τοιόνδε · ὅκως Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι , ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο .
6.78 Μαθὼν δὲ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι σφέτερος κῆρυξ σημήνειε , παραγγέλλει σφι , ὅταν σημήνῃ κῆρυξ ποιέεσθαι ἄριστον , τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους . Ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων · ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο , καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν , πολλῷ δέ τι πλέονας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον .