6.76 Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν . Ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον , ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφηλίδος λίμνης τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ , τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπ’ Ἀργείων Ἐρασῖνον καλέεσθαι , ἀπικόμενος ὦν Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ . Καί , οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν , ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας , Ἀργείους μέντοι οὐδ’ ὣς χαιρήσειν . Μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην , σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισί σφεας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην .