6.75 Μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι ἐς Σπάρτην τοῖσι καὶ πρότερον ἦρχε . Κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος , ἐόντα καὶ πρότερον ὑπομαργότερον · ὅκως γάρ τεῳ ἐντύχοι Σπαρτιητέων , ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον . Ποιεῦντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλῳ . δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν · οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι , ἀπείλεε τά μιν λυθεὶς ποιήσει , ἐς δείσας τὰς ἀπειλὰς φύλακος ἦν γὰρ τῶν τις εἱλωτέων διδοῖ οἱ μάχαιραν . Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος · ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς , ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας , ἐς ἐς τὴν γαστέρα ἀπίκετο καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ , ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἑλλήνων , ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου γενόμενα λέγειν , ὡς δὲ Ἀθηναῖοι μοῦνοι λέγουσι , διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν , ὡς δὲ Ἀργεῖοι , ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε .