6.74 Μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάϊστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχε ἐς Θεσσαλίην . Ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα , συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ , ἄλλους τε ὅρκους προσάγων σφι μὲν ἕψεσθαί σφεας αὐτῷ τῇ ἂν ἐξηγέηται , καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ . Ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται εἶναι ὑπ’ Ἀρκάδων τὸ Στυγὸς ὕδωρ , καὶ δὴ καὶ ἔστι τοιόνδε τι · ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος , τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος . δὲ Νώνακρις , ἐν τῇ πηγὴ αὕτη τυγχάνει ἐοῦσα , πόλις ἐστὶ τῆς Ἀρκαδίης πρὸς Φενεῷ .