6.72 Οὐ μὲν οὐδὲ Λευτυχίδης κατεγήρα ἐν Σπάρτῃ , ἀλλὰ τίσιν τοιήνδε τινὰ Δημαρήτῳ ἐξέτεισε . Ἐστρατήγησε Λακεδαιμονίοισι ἐς Θεσσαλίην , παρεὸν δέ οἱ πάντα ὑποχείρια ποιήσασθαι ἐδωροδόκησε ἀργύριον πολλόν · ἐπ’ αὐτοφώρῳ δὲ ἁλοὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ ἐπικατήμενος χειρίδι πλέῃ ἀργυρίου , ἔφυγε ἐκ Σπάρτης ὑπὸ δικαστήριον ὑπαχθείς , καὶ τὰ οἰκία οἱ κατεσκάφη · ἔφυγε δὲ ἐς Τεγέην καὶ ἐτελεύτησε ἐν ταύτῃ .
6.73 Ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον . Τότε δὲ ὡς τῷ Κλεομένεϊ ὠρθώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα , αὐτίκα παραλαβὼν Λευτυχίδην ἤιε ἐπὶ τοὺς Αἰγινήτας , δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων . Οὕτω δὴ οὔτε οἱ Αἰγινῆται , ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπ’ αὐτούς , ἐδικαίουν ἔτι ἀντιβαίνειν , ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένεϊ ἦγον , καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαμβον τὸν Ἀριστοκράτεος , οἵ περ εἶχον μέγιστον κράτος · ἀγαγόντες δέ σφεας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην κατατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους .