6.70 μὲν δὴ ταῦτα ἔλεγε , δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν , τῷ λόγῳ φὰς ὡς ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ πορεύεται . Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντες Δημάρητον δρησμῷ ἐπιχειρέειν ἐδίωκον . Καί κως ἔφθη ἐς Ζάκυνθον διαβὰς Δημάρητος ἐκ τῆς Ἤλιδος · ἐπιδιαβάντες δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτοντο καὶ τοὺς θεράποντας αὐτὸν ἀπαιρέονται . Μετὰ δέ , οὐ γὰρ ἐξεδίδοσαν αὐτὸν οἱ Ζακύνθιοι , ἐνθεῦτεν διαβαίνει ἐς τὴν Ἀσίην παρὰ βασιλέα Δαρεῖον · δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωστὶ καὶ γῆν τε καὶ πόλις ἔδωκε . Οὕτω ἀπίκετο ἐς τὴν Ἀσίην Δημάρητος καὶ τοιαύτῃ χρησάμενος τύχῃ , ἄλλα τε Λακεδαιμονίοισι συχνὰ ἔργοισί τε καὶ γνώμῃσι ἀπολαμπρυνθείς , ἐν δὲ δὴ καὶ Ὀλυμπιάδα σφι ἀνελόμενος τεθρίππῳ προσέβαλε , μοῦνος τοῦτο πάντων δὴ τῶν γενομένων βασιλέων ἐν Σπάρτῃ ποιήσας . ʹ
6.71 Λευτυχίδης δὲ Μενάρεος Δημαρήτου καταπαυσθέντος διεδέξατο τὴν βασιληίην · καί οἱ γίνεται παῖς Ζευξίδημος , τὸν δὴ Κυνίσκον μετεξέτεροι Σπαρτιητέων ἐκάλεον . Οὗτος Ζευξίδημος οὐκ ἐβασίλευσε Σπάρτης · πρὸ Λευτυχίδεω γὰρ τελευτᾷ , λιπὼν παῖδα Ἀρχίδημον . Λευτυχίδης δὲ στερηθεὶς Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην , ἐοῦσαν Μενίου μὲν ἀδελφεήν , Διεκτορίδεω δὲ θυγατέρα , ἐκ τῆς οἱ ἔρσεν μὲν γίνεται οὐδέν , θυγάτηρ δὲ Λαμπιτώ , τὴν Ἀρχίδημος Ζευξιδήμου γαμέει δόντος αὐτῷ Λευτυχίδεω .