6.69 ʹ παῖ , ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην , πᾶν ἐς σὲ κατειρήσεται τὠληθές . Ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ , νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον Ἀρίστωνι , συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ περιετίθει . Καὶ τὸ μὲν οἰχώκεε , ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων . Ὣς δέ με εἶδε ἔχουσαν στεφάνους , εἰρώτα τίς εἴη μοι δούς . Ἐγὼ δὲ ἐφάμην ἐκεῖνον · δὲ οὐκ ὑπεδέκετο · ἐγὼ δὲ κατωμνύμην , φαμένη αὐτὸν οὐ καλῶς ποιέειν ἀπαρνεόμενον · ὀλίγῳ γάρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους . Ὁρέων δέ με κατομνυμένην Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα . Καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου , τὸ καλέοντι Ἀστραβάκου , τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι . Οὕτω , παῖ , ἔχεις πᾶν ὅσον τι καὶ βούλεαι πυθέσθαι · γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας καί τοι πατήρ ἐστι Ἀστράβακος ἥρως , Ἀρίστων · ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι . Τῇ δέ σεο μάλιστα κατάπτονται οἱ ἐχθροί , λέγοντες ὡς αὐτὸς Ἀρίστων , ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος , πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι τὸν χρόνον γάρ , τοὺς δέκα μῆνας , οὐδέκω ἐξήκειν , ἀϊδρείῃ τῶν τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος . Τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα , καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι · ἐγὼ δὲ σέ , παῖ , ἑπτάμηνον ἔτεκον . Ἔγνω δὲ καὶ αὐτὸς Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀγνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο . Λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο · τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας . Ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας . ʹ