6.68 Ἀπικομένῃ δὲ τῇ μητρὶ ἐσθεὶς ἐς τὰς χεῖράς οἱ τῶν σπλάγχνων κατικέτευε , λέγων τοιάδε · ʹ μῆτερ , θεῶν σε τῶν τε ἄλλων καταπτόμενος ἱκετεύω καὶ τοῦ Ἑρκείου Διὸς τοῦδε , φράσαι μοι τὴν ἀληθείην , τίς μεο ἐστὶ πατὴρ ὀρθῷ λόγῳ . Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτω ἐλθεῖν παρὰ Ἀρίστωνα , οἱ δὲ καὶ τὸν ματαιότερον λόγον λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν , καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα . Ἐγώ σε ὦν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθές · οὔτε γάρ , εἰ πεποίηκάς τι τῶν λεγομένων , μούνη δὴ πεποίηκας , μετὰ πολλέων δέ · τε λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν οὐκ ἐνῆν · τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας . ʹ μὲν δὴ τοιαῦτα ἔλεγε , δὲ ἀμείβετο τοῖσδε ·