6.66 Τέλος δὲ ἐόντων περὶ αὐτῶν νεικέων ἔδοξε Σπαρτιήτῃσι ἐπειρέσθαι τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι εἰ Ἀρίστωνος εἴη παῖς Δημάρητος . Ἀνοίστου δὲ γενομένου ἐκ προνοίης τῆς Κλεομένεος ἐς τὴν Πυθίην , ἐνθαῦτα προσποιέεται Κλεομένης Κόβωνα τὸν Ἀριστοφάντου , ἄνδρα ἐν Δελφοῖσι δυναστεύοντα μέγιστον , δὲ Κόβων Περίαλλαν τὴν πρόμαντιν ἀναπείθει τὰ Κλεομένης ἐβούλετο λέγεσθαι λέγειν . Οὕτω δὴ Πυθίη ἐπειρωτώντων τῶν θεοπρόπων ἔκρινε μὴ Ἀρίστωνος εἶναι Δημάρητον παῖδα . Ὑστέρῳ μέντοι χρόνῳ ἀνάπυστα ἐγένετο ταῦτα καὶ Κόβων τε ἔφυγε ἐκ Δελφῶν καὶ Περίαλλα πρόμαντις ἐπαύσθη τῆς τιμῆς .
6.67 Κατὰ μὲν δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο . Ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε ὀνείδεος . Μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν Δημάρητος ἦρχε αἱρεθεὶς ἀρχήν . Ἦσαν μὲν δὴ Γυμνοπαιδίαι , θεωμένου δὲ τοῦ Δημαρήτου Λευτυχίδης , γεγονὼς ἤδη αὐτὸς βασιλεὺς ἀντ’ ἐκείνου , πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν . δὲ ἀλγήσας τῷ ἐπειρωτήματι εἶπε φὰς αὐτὸς μὲν ἀμφοτέρων ἤδη πεπειρῆσθαι , κεῖνον δὲ οὔ , τὴν μέντοι ἐπειρώτησιν ταύτην ἄρξειν Λακεδαιμονίοισι μυρίης κακότητος μυρίης εὐδαιμονίης . Ταῦτα δὲ εἴπας καὶ κατακαλυψάμενος ἤιε ἐκ τοῦ θεήτρου ἐς τὰ ἑωυτοῦ οἰκία , αὐτίκα δὲ παρασκευασάμενος ἔθυε τῷ Διὶ βοῦν , θύσας δὲ τὴν μητέρα ἐκάλεσε .