6.65 Ὁρμηθεὶς ὦν ἀποτίνυσθαι Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος , ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ , ἐπ’ τε , ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου , ἕψεταί οἱ ἐπ’ Αἰγινήτας . δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε . Ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδην τοῦ γάμου , φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν γυναῖκα . Κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἔχθρη ἐς τὸν Δημάρητον ἐγεγόνεε , τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης Λευτυχίδης κατόμνυται Δημαρήτῳ , φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων , οὐκ ἐόντα παῖδα Ἀρίστωνος . Μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε ἀνασῴζων ἐκεῖνο τὸ ἔπος , τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε οἰκέτης παῖδα γεγονέναι , δὲ συμβαλλόμενος τοὺς μῆνας ἀπώμοσε , φὰς οὐκ ἑωυτοῦ μιν εἶναι . Τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνεομένως βασιλεύοντα Σπάρτης , τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος .