6.63 Οὕτω μὲν δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα Ἀρίστων , τὴν δευτέρην ἀποπεμψάμενος . Ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώσασα τοὺς δέκα μῆνας γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον . Καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε . δὲ ἐπιστάμενός τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ δακτύλων συμβαλλόμενος τοὺς μῆνας εἶπε ἀπομόσας · ʹ Οὐκ ἂν ἐμὸς εἴη . ʹ Τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι , πρῆγμα μέντοι οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα . δὲ παῖς ηὔξετο , καὶ τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε · παῖδα γὰρ τὸν Δημάρητον ἐς τὸ μάλιστά οἱ ἐνόμισε εἶναι . Δημάρητον δὲ οὔνομα ἔθετο αὐτῷ διὰ τόδε · πρότερον τούτων πανδημεὶ Σπαρτιῆται Ἀρίστωνι , ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασιλέων τῶν ἐν Σπάρτῃ γενομένων , ἀρὴν ἐποιήσαντο παῖδα γενέσθαι · διὰ τοῦτο μέν οἱ τὸ οὔνομα Δημάρητος ἐτέθη . ʹ
6.64 Χρόνου δὲ προϊόντος Ἀρίστων μὲν ἀπέθανε , Δημάρητος δὲ ἔσχε τὴν βασιληίην . Ἔδεε δέ , ὡς ἔοικε , ἀνάπυστα γενόμενα ταῦτα καταπαῦσαι Δημάρητον τῆς βασιληίης , διότι Κλεομένεϊ διεβλήθη μεγάλως πρότερόν τε Δημάρητος ἀπαγαγὼν τὴν στρατιὴν ἐξ Ἐλευσῖνος καὶ δὴ καὶ τότε ἐπ’ Αἰγινητέων τοὺς μηδίσαντας διαβάντος Κλεομένεος .