6.62 Τὸν δὲ Ἀρίστωνα ἔκνιζε ἄρα τῆς γυναικὸς ταύτης ἔρως · μηχανᾶται δὴ τοιάδε . Αὐτός τε τῷ ἑταίρῳ , τοῦ ἦν γυνὴ αὕτη , ὑποδέκεται δωτίνην δώσειν τῶν ἑωυτοῦ πάντων ἕν , τὸ ἂν αὐτὸς ἐκεῖνος ἕληται , καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε ὡσαύτως τὴν ὁμοίην διδόναι · δὲ οὐδὲν φοβηθεὶς ἀμφὶ τῇ γυναικί , ὁρέων ἐοῦσαν καὶ Ἀρίστωνι γυναῖκα , καταινέει ταῦτα · ἐπὶ τούτοισι δὲ ὅρκους ἐπήλασαν . Μετὰ δὲ αὐτός τε Ἀρίστων ἔδωκε τοῦτο , τι δὴ ἦν , τὸ εἵλετο τῶν κειμηλίων τῶν Ἀρίστωνος Ἄγητος , καὶ αὐτὸς τὴν ὁμοίην ζητέων φέρεσθαι παρ’ ἐκείνου , ἐνθαῦτα δὴ τοῦ ἑταίρου τὴν γυναῖκα ἐπειρᾶτο ἀπάγεσθαι . δὲ πλὴν τούτου μούνου τὰ ἄλλα ἔφη καταινέσαι · ἀναγκαζόμενος μέντοι τῷ τε ὅρκῳ καὶ τῆς ἀπάτης τῇ παραγωγῇ ἀπιεῖ ἀπάγεσθαι .