6.61 Τότε δὲ τὸν Κλεομένεα ἐόντα ἐν τῇ Αἰγίνῃ καὶ κοινὰ τῇ Ἑλλάδι ἀγαθὰ προεργαζόμενον Δημάρητος διέβαλλε , οὐκ Αἰγινητέων οὕτω κηδόμενος ὡς φθόνῳ καὶ ἄγῃ χρεώμενος . Κλεομένης δὲ νοστήσας ἀπ’ Αἰγίνης ἐβούλευε τὸν Δημάρητον παῦσαι τῆς βασιληίης , διὰ πρῆγμα τοιόνδε ἐπίβασιν ἐς αὐτὸν ποιεύμενος . Ἀρίστωνι βασιλεύοντι ἐν Σπάρτῃ καὶ γήμαντι γυναῖκας δύο παῖδες οὐκ ἐγίνοντο · καὶ οὐ γὰρ συνεγινώσκετο αὐτὸς τούτων εἶναι αἴτιος , γαμέει τρίτην γυναῖκα · ὧδε δὲ γαμέει . Ἦν οἱ φίλος τῶν Σπαρτιητέων ἀνήρ , τῷ προσέκειτο τῶν ἀστῶν μάλιστα Ἀρίστων . Τούτῳ τῷ ἀνδρὶ ἐτύγχανε ἐοῦσα γυνὴ καλλίστη μακρῷ τῶν ἐν Σπάρτῃ γυναικῶν , καὶ ταῦτα μέντοι καλλίστη ἐξ αἰσχίστης γενομένη . Ἐοῦσαν γάρ μιν τὸ εἶδος φλαύρην τροφὸς αὐτῆς , οἷα ἀνθρώπων τε ὀλβίων θυγατέρα καὶ δυσειδέα ἐοῦσαν , πρὸς δὲ καὶ ὁρῶσα τοὺς γονέας συμφορὴν τὸ εἶδος αὐτῆς ποιευμένους , ταῦτα ἕκαστα μαθοῦσα ἐπιφράζεται τοιάδε . Ἐφόρεε αὐτὴν ἀνὰ πᾶσαν ἡμέρην ἐς τὸ τῆς Ἑλένης ἱρόν · τὸ δ’ ἐστὶ ἐν τῇ Θεράπνῃ καλεομένῃ , ὕπερθε τοῦ Φοιβηίου ἱροῦ · ὅκως δὲ ἐνείκειε τροφός , πρός τε τὤγαλμα ἵστα καὶ ἐλίσσετο τὴν θεὸν ἀπαλλάξαι τῆς δυσμορφίης τὸ παιδίον . Καὶ δή κοτε ἀπιούσῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται ἐπιφανῆναι , ἐπιφανεῖσαν δὲ ἐπειρέσθαι μιν τι φορέει ἐν τῇ ἀγκάλῃ , καὶ τὴν φράσαι ὡς παιδίον φορέει · τὴν δὲ κελεῦσαί οἱ δεῖξαι , τὴν δὲ οὐ φάναι · ἀπειρῆσθαι γάρ οἱ ἐκ τῶν γειναμένων μηδενὶ ἐπιδεικνύναι . Τὴν δὲ πάντως ἑωυτῇ κελεύειν ἐπιδέξαι · ὁρῶσαν δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέσθαι , οὕτω δὴ τὴν τροφὸν δεῖξαι τὸ παιδίον . Τὴν δὲ καταψῶσαν τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡς καλλιστεύσει πασέων τῶν ἐν Σπάρτῃ γυναικῶν . Ἀπὸ μὲν δὴ ταύτης τῆς ἡμέρης μεταπεσεῖν τὸ εἶδος · γαμέει δέ μιν ἐς γάμου ὥρην ἀπικομένην Ἄγητος Ἀλκείδεω , οὗτος δὴ τοῦ Ἀρίστωνος φίλος .