6.57 Ταῦτα μὲν τὰ ἐμπολέμια , τὰ δὲ ἄλλα τὰ εἰρηναῖα κατὰ τάδε σφι δέδοται . Ἢν θυσίη τις δημοτελὴς ποιῆται , πρώτους ἐπὶ τὸ δεῖπνον ἵζειν τοὺς βασιλέας καὶ ἀπὸ τούτων πρώτων ἄρχεσθαι , διπλήσια νέμοντας ἑκατέρῳ τὰ πάντα τοῖσι ἄλλοισι δαιτυμόνεσι · καὶ σπονδαρχίας εἶναι τούτων καὶ τῶν τυθέντων προβάτων τὰ δέρματα . Νεομηνίας δὲ ἀνὰ πάσας καὶ ἑβδόμας ἱσταμένου τοῦ μηνὸς δίδοσθαι ἐκ τοῦ δημοσίου ἱρήιον τέλεον ἑκατέρῳ ἐς Ἀπόλλωνος καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου τετάρτην Λακωνικήν , καὶ ἐν τοῖσι ἀγῶσι πᾶσι προεδρίας ἐξαιρέτους . Καὶ προξείνους ἀποδεικνύναι τούτοισι προσκεῖσθαι τοὺς ἂν ἐθέλωσι τῶν ἀστῶν καὶ Πυθίους αἱρέεσθαι δύο ἑκάτερον · οἱ δὲ Πύθιοί εἰσι θεοπρόποι ἐς Δελφούς , σιτεόμενοι μετὰ τῶν βασιλέων τὰ δημόσια . Μὴ ἐλθοῦσι δὲ τοῖσι βασιλεῦσι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεσθαί σφι ἐς τὰ οἰκία ἀλφίτων τε δύο χοίνικας ἑκατέρῳ καὶ οἴνου κοτύλην , παρεοῦσι δὲ διπλήσια πάντα δίδοσθαι · τὠυτὸ δὲ τοῦτο καὶ πρὸς ἰδιωτέων κληθέντας ἐπὶ δεῖπνον τιμᾶσθαι . Τὰς δὲ μαντηίας τὰς γινομένας τούτους φυλάσσειν , συνειδέναι δὲ καὶ τοὺς Πυθίους . Δικάζειν δὲ μούνους τοὺς βασιλέας τοσάδε μοῦνα · πατρούχου τε παρθένου πέρι , ἐς τὸν ἱκνέεται ἔχειν , ἢν μή περ πατὴρ αὐτὴν ἐγγυήσῃ , καὶ ὁδῶν δημοσιέων πέρι · καὶ ἤν τις θετὸν παῖδα ποιέεσθαι ἐθέλῃ , βασιλέων ἐναντίον ποιέεσθαι . Καὶ παρίζειν βουλεύουσι τοῖσι γέρουσι , ἐοῦσι δυῶν δέουσι τριήκοντα · ἢν δὲ μὴ ἔλθωσι , τοὺς μάλιστά σφι τῶν γερόντων προσήκοντας ἔχειν τὰ τῶν βασιλέων γέρεα , δύο ψήφους τιθεμένους , τρίτην δὲ τὴν ἑωυτῶν .