6.58 Ταῦτα μὲν ζώουσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων , ἀποθανοῦσι δὲ τάδε . Ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν , κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητας κροτέουσι . Ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο , ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι , ἄνδρα τε καὶ γυναῖκα · μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται . Νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ · τῶν γὰρ ὦν βαρβάρων οἱ πλέονες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων . Ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων , ἐκ πάσης δεῖ Λακεδαίμονος , χωρὶς Σπαρτιητέων , ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι · τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες , σύμμιγα τῇσι γυναιξὶ κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ , φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων , τοῦτον δὴ γενέσθαι ἄριστον . Ὃς δ’ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ , τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι . Ἐπεὰν δὲ θάψωσι , ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδ’ ἀρχαιρεσίη συνίζει , ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας .
6.59 Συμφέρονται δὲ ἄλλο τόδε τοῖσι Πέρσῃσι · ἐπεὰν ἀποθανόντος τοῦ βασιλέος ἄλλος ἐνίστηται βασιλεύς , οὗτος ἐσιὼν ἐλευθεροῖ ὅστις τι Σπαρτιητέων τῷ βασιλέϊ τῷ δημοσίῳ ὤφειλε · ἐν δ’ αὖ Πέρσῃσι κατιστάμενος βασιλεὺς τὸν προοφειλόμενον φόρον μετιεῖ τῇσι πόλισι πάσῃσι .