6.56 Γέρεά τε δὴ τάδε τοῖσι βασιλεῦσι Σπαρτιῆται δεδώκασι · ἱρωσύνας δύο , Διός τε Λακεδαίμονος καὶ Διὸς Οὐρανίου , καὶ πόλεμον ἐκφέρειν ἐπ’ ἣν ἂν βούλωνται χώρην , τούτου δὲ μηδένα εἶναι Σπαρτιητέων διακωλυτήν , εἰ δὲ μή , αὐτὸν ἐν τῷ ἄγεϊ ἐνέχεσθαι · στρατευομένων δὲ πρώτους ἰέναι τοὺς βασιλέας , ὑστάτους δὲ ἀπιέναι · ἑκατὸν δὲ ἄνδρας λογάδας ἐπὶ στρατιῆς φυλάσσειν αὐτούς , προβάτοισι δὲ χρᾶσθαι ἐν τῇσι ἐξοδηίῃσι ὁκόσοισι ἂν ὦν ἐθέλωσι , τῶν δὲ θυομένων ἁπάντων τὰ δέρματά τε καὶ τὰ νῶτα λαμβάνειν σφέας .