6.53 Ταῦτα μὲν Λακεδαιμόνιοι λέγουσι μοῦνοι Ἑλλήνων , τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπ’ Ἑλλήνων ἐγὼ γράφω , τούτους γὰρ δὴ τοὺς Δωριέων βασιλέας μέχρι μὲν δὴ Περσέος τοῦ Δανάης , τοῦ θεοῦ ἀπεόντος , καταλεγομένους ὀρθῶς ὑπ’ Ἑλλήνων καὶ ἀποδεικνυμένους ὡς εἰσὶ Ἕλληνες · ἤδη γὰρ τηνικαῦτα ἐς Ἕλληνας οὗτοι ἐτέλεον . Ἔλεξα δὲ μέχρι Περσέος τοῦδε εἵνεκα , ἀλλ’ οὐκ ἀνέκαθεν ἔτι ἔλαβον , ὅτι οὐκ ἔπεστι ἐπωνυμίη Περσέϊ οὐδεμία πατρὸς θνητοῦ , ὥσπερ Ἡρακλέϊ Ἀμφιτρύων · ἤδη ὦν ὀρθῷ λόγῳ χρεωμένῳ μέχρι Περσέος ὀρθῶς εἴρηταί μοι . Ἀπὸ δὲ Δανάης τῆς Ἀκρισίου καταλέγοντι τοὺς ἄνω αἰεὶ πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων ἡγεμόνες Αἰγύπτιοι ἰθαγενέες .
6.54 Ταῦτα μέν νυν κατὰ τὰ Ἕλληνες λέγουσι γεγενεηλόγηται . Ὡς δὲ παρὰ Περσέων λόγος λέγεται , αὐτὸς Περσεύς , ἐὼν Ἀσσύριος , ἐγένετο Ἕλλην , ἀλλ’ οὐκ οἱ Περσέος πρόγονοι · τοὺς δὲ Ἀκρισίου γε πατέρας ὁμολογέοντας κατ’ οἰκηιότητα Περσέϊ οὐδέν , τούτους δὲ εἶναι , κατά περ Ἕλληνες λέγουσι , Αἰγυπτίους .
6.55 Καὶ ταῦτα μέν νυν περὶ τούτων εἰρήσθω · τι δέ , ἐόντες Αἰγύπτιοι , καὶ τι ἀποδεξάμενοι ἔλαβον τὰς Δωριέων βασιληίας , ἄλλοισι γὰρ περὶ αὐτῶν εἴρηται , ἐάσομεν αὐτά · τὰ δὲ ἄλλοι οὐ κατελάβοντο , τούτων μνήμην ποιήσομαι . ʹ