6.52 Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουσι αὐτὸν Ἀριστόδημον τὸν Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βασιλεύοντα ἀγαγεῖν σφεας ἐς ταύτην τὴν χώρην τὴν νῦν ἐκτέαται , ἀλλ’ οὐ τοὺς Ἀριστοδήμου παῖδας . Μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριστοδήμῳ τεκεῖν τὴν γυναῖκα , τῇ οὔνομα εἶναι Ἀργείην · θυγατέρα δὲ αὐτὴν λέγουσι εἶναι Αὐτεσίωνος τοῦ Τεισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος · ταύτην δὴ τεκεῖν δίδυμα , ἐπιδόντα δὲ τὸν Ἀριστόδημον τὰ τέκνα νούσῳ τελευτᾶν . Λακεδαιμονίους δὲ τοὺς τότε ἐόντας βουλεῦσαι κατὰ νόμον βασιλέα τῶν παίδων τὸν πρεσβύτερον ποιήσασθαι · οὐκ ὦν δή σφεας ἔχειν ὁκότερον ἕλωνται , ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων . Οὐ δυναμένους δὲ γνῶναι , καὶ πρὸ τούτου , ἐπειρωτᾶν τὴν τεκοῦσαν · τὴν δὲ οὐδὲ αὐτὴν φάναι διαγινώσκειν , εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα , βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βασιλέες . Τοὺς ὦν δὴ Λακεδαιμονίους ἀπορέειν , ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρησομένους τι χρήσωνται τῷ πρήγματι · τὴν δὲ Πυθίην σφέας κελεύειν ἀμφότερα τὰ παιδία ἡγήσασθαι βασιλέας , τιμᾶν δὲ μᾶλλον τὸν γεραίτερον . Τὴν μὲν δὴ Πυθίην ταῦτά σφι ἀνελεῖν , τοῖσι δὲ Λακεδαιμονίοισι ἀπορέουσι οὐδὲν ἧσσον ὅκως ἐξεύρωσι αὐτῶν τὸν πρεσβύτερον ὑποθέσθαι ἄνδρα Μεσσήνιον τῷ οὔνομα εἶναι Πανίτην . Ὑποθέσθαι δὲ τοῦτον τὸν Πανίτην τάδε τοῖσι Λακεδαιμονίοισι , φυλάξαι τὴν γειναμένην ὁκότερον τῶν παιδίων πρότερον λούει καὶ σιτίζει · καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται ἀεὶ ποιεῦσα , τοὺς δὲ πᾶν ἕξειν ὅσον τι καὶ δίζηνται καὶ θέλουσι ἐξευρεῖν , ἢν δὲ πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦσα , δῆλά σφι ἔσεσθαι ὡς οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε , ἐπ’ ἄλλην τε τραπέσθαι σφέας ὁδόν . Ἐνθαῦτα δὴ τοὺς Σπαρτιήτας κατὰ τὰς τοῦ Μεσσηνίου ὑποθήκας φυλάξαντας τὴν μητέρα τῶν Ἀριστοδήμου παίδων λαβεῖν κατὰ ταὐτὰ τιμῶσαν τὸν πρότερον καὶ σίτοισι καὶ λουτροῖσι , οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάσσετο . Λαβόντας δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸς τῆς γειναμένης ὡς ἐὸν πρότερον τρέφειν ἐν τῷ δημοσίῳ · καί οἱ οὔνομα τεθῆναι Εὐρυσθένεα , τῷ δὲ νεωτέρῳ Προκλέα . Τούτους ἀνδρωθέντας αὐτούς τε ἀδελφεοὺς ἐόντας λέγουσι διαφόρους εἶναι τὸν πάντα χρόνον τῆς ζόης ἀλλήλοισι , καὶ τοὺς ἀπὸ τούτων γενομένους ὡσαύτως διατελέειν .