6.51 Ἐν δὲ τῇ Σπάρτῃ τοῦτον τὸν χρόνον ὑπομένων Δημάρητος Ἀρίστωνος διέβαλλε τὸν Κλεομένεα , ἐὼν βασιλεὺς καὶ οὗτος Σπαρτιητέων , οἰκίης δὲ τῆς ὑποδεεστέρης , κατ’ ἄλλο μὲν οὐδὲν ὑποδεεστέρης ἀπὸ γὰρ τοῦ αὐτοῦ γεγόνασι , κατὰ πρεσβυγενείην δέ κως τετίμηται μᾶλλον Εὐρυσθένεος .