6.49 Οὗτοί τε δὴ παρεσκευάζοντο ταῦτα , καὶ τοῖσι ἥκουσι ἐς τὴν Ἑλλάδα κήρυξι πολλοὶ μὲν ἠπειρωτέων ἔδοσαν τὰ προΐσχετο αἰτέων Πέρσης , πάντες δὲ νησιῶται ἐς τοὺς ἀπικοίατο αἰτήσοντες . Οἵ τε δὴ ἄλλοι νησιῶται διδοῦσι γῆν τε καὶ ὕδωρ Δαρείῳ καὶ δὴ καὶ Αἰγινῆται . Ποιήσασι δέ σφι ταῦτα ἰθέως Ἀθηναῖοι ἐπεκέατο , δοκέοντές τε ἐπὶ σφίσι ἐπέχοντας τοὺς Αἰγινήτας δεδωκέναι , ὡς ἅμα τῷ Πέρσῃ ἐπί σφεας στρατεύωνται , καὶ ἄσμενοι προφάσιος ἐπελάβοντο , φοιτῶντές τε ἐς τὴν Σπάρτην κατηγόρεον τῶν Αἰγινητέων τὰ πεποιήκοιεν προδόντες τὴν Ἑλλάδα .
6.50 Πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης Ἀναξανδρίδεω , βασιλεὺς ἐὼν Σπαρτιητέων , διέβη ἐς Αἴγιναν , βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους . Ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων , ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων , ἐν δὲ δὴ καὶ Κριὸς Πολυκρίτου μάλιστα , ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων · ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα , ὑπ’ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι · ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέϊ ἐλθόντα συλλαμβάνειν . Ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου . Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν τι οἱ εἴη τὸ οὔνομα · δέ οἱ τὸ ἐὸν ἔφρασε . δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη · ʹ Ἤδη νῦν καταχαλκοῦ , κριέ , τὰ κέρεα , ὡς συνοισόμενος μεγάλῳ κακῷ . ʹ