6.47 Εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα ταῦτα , καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην , ἥτις νῦν ἐπὶ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχηκε . Τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτά ἐστι τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων , ἀντίον δὲ Σαμοθρηίκης , ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι . Τοῦτο μέν νύν ἐστι τοιοῦτο . Οἱ δὲ Θάσιοι τῷ βασιλέϊ κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς νέας πάσας ἐκόμισαν ἐς Ἄβδηρα .
6.48 Μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο Δαρεῖος τῶν Ἑλλήνων τι ἐν νόῳ ἔχοιεν , κότερα πολεμέειν ἑωυτῷ παραδιδόναι σφέας αὐτούς . Διέπεμπε ὦν κήρυκας ἄλλους ἄλλῃ τάξας ἀνὰ τὴν Ἑλλάδα , κελεύων αἰτέειν βασιλέϊ γῆν τε καὶ ὕδωρ . Τούτους μὲν δὴ ἐς τὴν Ἑλλάδα ἔπεμπε , ἄλλους δὲ κήρυκας διέπεμπε ἐς τὰς ἑωυτοῦ δασμοφόρους πόλις τὰς παραθαλασσίους , κελεύων νέας τε μακρὰς καὶ ἱππαγωγὰ πλοῖα ποιέεσθαι .