6.38 Οὗτος μὲν δὴ διὰ Κροῖσον ἐκφεύγει . Μετὰ δὲ τελευτᾷ ἄπαις , τὴν ἀρχήν τε καὶ τὰ χρήματα παραδοὺς Στησαγόρῃ τῷ Κίμωνος ἀδελφεοῦ παιδὶ ὁμομητρίου . Καί οἱ τελευτήσαντι Χερσονησῖται θύουσι ὡς νόμος οἰκιστῇ , καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ἐπιστᾶσι , ἐν τῷ Λαμψακηνῶν οὐδενὶ ἐγγίνεται ἀγωνίζεσθαι . Πολέμου δὲ ἐόντος πρὸς Λαμψακηνοὺς καὶ Στησαγόρην κατέλαβε ἀποθανεῖν ἄπαιδα , πληγέντα τὴν κεφαλὴν πελέκεϊ ἐν τῷ πρυτανηίῳ πρὸς ἀνδρὸς αὐτομόλου μὲν τῷ λόγῳ , πολεμίου δὲ καὶ ὑποθερμοτέρου τῷ ἔργῳ .
6.39 Τελευτήσαντος δὲ καὶ Στησαγόρεω τρόπῳ τοιῷδε , ἐνθαῦτα Μιλτιάδην τὸν Κίμωνος , Στησαγόρεω δὲ τοῦ τελευτήσαντος ἀδελφεόν , καταλαμψόμενον τὰ πρήγματα ἐπὶ Χερσονήσου ἀποστέλλουσι τριήρεϊ οἱ Πεισιστρατίδαι , οἵ μιν καὶ ἐν Ἀθήνῃσι ἐποίευν εὖ ὡς οὐ συνειδότες δῆθεν τοῦ πατρὸς αὐτοῦ Κίμωνος τὸν θάνατον , τὸν ἐγὼ ἐν ἄλλῳ λόγῳ σημανέω ὡς ἐγένετο . Μιλτιάδης δὲ ἀπικόμενος ἐς τὴν Χερσόνησον εἶχε κατ’ οἴκους , τὸν ἀδελφεὸν Στησαγόρην δηλαδὴ ἐπιτιμέων . Οἱ δὲ Χερσονησῖται , πυνθανόμενοι ταῦτα , συνελέχθησαν ἀπὸ πασέων τῶν πολίων οἱ δυναστεύοντες πάντοθεν , κοινῷ δὲ στόλῳ ἀπικόμενοι ὡς συλλυπηθησόμενοι ἐδέθησαν ὑπ’ αὐτοῦ . Μιλτιάδης τε δὴ ἴσχει τὴν Χερσόνησον πεντακοσίους βόσκων ἐπικούρους καὶ γαμέει Ὀλόρου τοῦ Θρηίκων βασιλέος τὴν θυγατέρα Ἡγησιπύλην .