6.40 Οὗτος δὴ Κίμωνος Μιλτιάδης νεωστὶ μὲν ἐληλύθεε ἐς τὴν Χερσόνησον , κατελάμβανε δέ μιν ἐλθόντα ἄλλα τῶν καταλαβόντων πρηγμάτων χαλεπώτερα . Τρίτῳ μὲν γὰρ ἔτεϊ πρὸ τούτων Σκύθας ἐπεφεύγεε · Σκύθαι γὰρ οἱ νομάδες ἐρεθισθέντες ὑπὸ βασιλέος Δαρείου συνεστράφησαν καὶ ἤλασαν μέχρι τῆς Χερσονήσου ταύτης · τούτους ἐπιόντας οὐκ ὑπομείνας Μιλτιάδης ἔφευγε ἀπὸ Χερσονήσου ἐς οἵ τε Σκύθαι ἀπαλλάχθησαν καί μιν οἱ Δόλογκοι κατήγαγον ὀπίσω ·