6.36 Κελευούσης δὲ καὶ τῆς Πυθίης , οὕτω δὴ Μιλτιάδης Κυψέλου , Ὀλύμπια ἀναραιρηκὼς πρότερον τούτων τεθρίππῳ , τότε παραλαβὼν Ἀθηναίων πάντα τὸν βουλόμενον μετέχειν τοῦ στόλου ἔπλεε ἅμα τοῖσι Δολόγκοισι καὶ ἔσχε τὴν χώρην · καί μιν οἱ ἐπαγαγόμενοι τύραννον κατεστήσαντο . δὲ πρῶτον μὲν ἀπετείχισε τὸν ἰσθμὸν τῆς Χερσονήσου ἐκ Καρδίης πόλιος ἐς Πακτύην , ἵνα μὴ ἔχοιέν σφεας οἱ Ἀψίνθιοι δηλέεσθαι ἐσβάλλοντες ἐς τὴν χώρην · εἰσὶ δὲ οὗτοι στάδιοι ἕξ τε καὶ τριήκοντα τοῦ ἰσθμοῦ · ἀπὸ δὲ τοῦ ἰσθμοῦ τούτου Χερσόνησος ἔσω πᾶσά ἐστι σταδίων εἴκοσι καὶ τετρακοσίων τὸ μῆκος .
6.37 Ἀποτειχίσας ὦν τὸν αὐχένα τῆς Χερσονήσου Μιλτιάδης καὶ τοὺς Ἀψινθίους τρόπῳ τοιούτῳ ὠσάμενος , τῶν λοιπῶν πρώτοισι ἐπολέμησε Λαμψακηνοῖσι · καί μιν οἱ Λαμψακηνοὶ λοχήσαντες αἱρέουσι ζωγρίῃ . Ἦν δὲ Μιλτιάδης Κροίσῳ τῷ Λυδῷ ἐν γνώμῃ γεγονώς · πυθόμενος ὦν Κροῖσος ταῦτα πέμπων προηγόρευε τοῖσι Λαμψακηνοῖσι μετιέναι Μιλτιάδην · εἰ δὲ μή , σφέας πίτυος τρόπον ἀπείλεε ἐκτρίψειν . Πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖσι λόγοισι τί θέλει τὸ ἔπος εἶπαι τό σφι ἀπείλησε Κροῖσος , πίτυος τρόπον ἐκτρίψειν , μόγις κοτὲ μαθὼν τῶν τις πρεσβυτέρων εἶπε τὸ ἐόν , ὅτι πίτυς μούνη πάντων δενδρέων ἐκκοπεῖσα βλαστὸν οὐδένα μετιεῖ ἀλλὰ πανώλεθρος ἐξαπόλλυται . Δείσαντες ὦν οἱ Λαμψακηνοὶ Κροῖσον , λύσαντες μετῆκαν Μιλτιάδην .